Greek Wednesday: Structural Elements in Greek Tragedy, pt. 3

[This guide is adapted from Donald J. Mastronarde, Euripides: Medea (Cambridge: Cambridge University Press, 2002), 74-75. All links in citations point to Perseus.]

Note: This is part three in a series. See parts one and two.

Normally, the lyric portions of tragedies — particularly, choral songs — are written in antistrophic composition. In antistrophic composition, stanzas are grouped in pairs. The two stanzas in the pair have the same metrical pattern, but the form of each pair is unique. The first stanza of the pair is called the strophe, and the second stanza, with a metrical pattern corresponding to the first, is called the antistrophe.

The number of pairs may vary, but in mature tragedy, the majority of choral songs have two or three pairs. For instance, in Euripides’ Medea, the stasimons each have two such pairs:

Χορός
Strophe:
410 ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί,
καὶ δίκα καὶ πάντα πάλιν στρέφεται·
ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’
οὐκέτι πίστις ἄραρεν.
415 τὰν δ’ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι·
ἔρχεται τιμὰ γυναικείῳ γένει·
οὐκέτι δυσκέλαδος
420 φάμα γυναῖκας ἕξει.

Antistrophe:
μοῦσαι δὲ παλαιγενέων λήξουσ’ ἀοιδῶν
τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.
οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας
425 ὤπασε θέσπιν ἀοιδὰν
Φοῖβος ἁγήτωρ μελέων· ἐπεὶ ἀντάχησ’ ἂν ὕμνον
ἀρσένων γέννᾳ. μακρὸς δ’ αἰὼν ἔχει
πολλὰ μὲν ἁμετέραν
430 ἀνδρῶν τε μοῖραν εἰπεῖν.

Strophe:
σὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας
μαινομένᾳ κραδίᾳ διδύμους ὁρίσασα Πόν-
435 του πέτρας· ἐπὶ δὲ ξένᾳ
ναίεις χθονί, τᾶς ἀνάν-
δρου κοίτας ὀλέσασα λέκτρον,
τάλαινα, φυγὰς δὲ χώ-
438b ρας ἄτιμος ἐλαύνῃ.

Antistrophe:
βέβακε δ’ ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼς
440 Ἑλλάδι τᾷ μεγάλᾳ μένει, αἰθερία δ’ ἀνέ-
πτα. σοὶ δ’ οὔτε πατρὸς δόμοι,
δύστανε, μεθορμίσα-
σθαι μόχθων πάρα, σῶν τε λέκτρων
ἄλλα βασίλεια κρείσ-
445 σων δόμοισιν ἐπέστα.

(Euripides, Medea 410-445)

Usually, the antistrophe follows immediately after the strophe, but a short stanza called a mesode occasionally intervenes (an innovation by Aeschylus, which Euripides takes up in his late plays; source):

Χορός
Strophe:
800 οἵ τ’ ἔσω δωμάτων
πλουτογαθῆ μυχὸν νομίζετε,
κλῦτε, σύμφρονες θεοί·
ἄγετε τῶν πάλαι πεπραγμένων
λύσασθ’ αἷμα προσφάτοις δίκαις.
805 γέρων φόνος μηκέτ’ ἐν δόμοις τέκοι.

Mesode:
τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων
στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,
καί νιν ἐλευθερίας
λαμπρὸν ἰδεῖν φιλίοις
810 ὄμμασιν δνοφερᾶς καλύπτρας.

Antistrophe:
ξυλλάβοι δ’ ἐνδίκως
παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος
πρᾶξιν οὐρίαν θέλων·
815 πολλὰ δ’ ἄλλα φανεῖ χρηίζων κρυπτά.
ἄσκοπον δ’ ἔπος λέγων
νύκτα πρό τ’ ὀμμάτων σκότον φέρει,
καθ’ ἡμέραν δ’ οὐδὲν ἐμφανέστερος.

(Aeschylus, Libation Bearers 800-818)

Or the response may be at considerable distance:

Χορός
ἄιες ὤ, ἔκλυες ὤ,
ἀνήκουστα τᾶς
τυράννου πάθεα μέλεα θρεομένας;
ὀλοίμαν ἔγωγε πρὶν σᾶν, φίλα,
365 κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ·
ὦ τάλαινα τῶνδ’ ἀλγέων·
ὦ πόνοι τρέφοντες βροτούς.
ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
τίς σε παναμέριος ὅδε χρόνος μένει;
370 τελευτάσεταί τι καινὸν δόμοις.
ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα
Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
. . .
Τροφός
τάλανες ὦ κακοτυχεῖς
γυναικῶν πότμοι.
τίν’ ἢ νῦν τέχναν ἔχομεν ἢ λόγον
670 σφαλεῖσαι κάθαμμα λύειν λόγου;
ἐτύχομεν δίκας. ἰὼ γᾶ καὶ φῶς·
πᾷ ποτ’ ἐξαλύξω τύχας;
πῶς δὲ πῆμα κρύψω, φίλαι;
675 τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν
πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων
φανείη; τὸ γὰρ παρ’ ἡμῖν πάθος
πέραν δυσεκπέρατον ἔρχεται βίου.
κακοτυχεστάτα γυναικῶν ἐγώ.

(Euripides, Hippolytus 362-372, 669-679)

Sometimes, a choral ode will end with an additional stanza that is not part of a pair; this unpaired stanza is called an epode:

Χορός
205 ἰαχὰν ἄιον πολύστονον
γόων, λιγυρὰ δ’ ἄχεα μογερὰ
βοᾷ τὸν ἐν λέχει προδόταν κακόνυμφον·
θεοκλυτεῖ δ’ ἄδικα
παθοῦσα τὰν Ζηνὸς ὁρ-
κίαν Θέμιν, ἅ νιν ἔβασεν
210 Ἑλλάδ’ ἐς ἀντίπορον
δι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰν
Πόντου κλῇδ’ ἀπέρατον.

(Euripides, Medea 205-12)

Advertisements

Leave a comment

Filed under Uncategorized

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s